Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.295 Joseph. AJ 3.300 (English) >>Joseph. AJ 3.304

3.298Μωυσῆς δὲ παραθαρσύνων αὐτοὺς οὕτως ἀπεγνωκότας ὑπέσχετο καίπερ αἰσχρῶς ὑπʼ αὐτῶν περιυβρισμένος πλῆθος αὐτοῖς παρέξειν κρεῶν οὐκ εἰς μίαν ἡμέραν ἀλλʼ εἰς πλείονας. ἀπιστούντων δʼ ἐπὶ τούτῳ καί τινος ἐρομένου, πόθεν ἂν τοσαύταις εὐπορήσειε μυριάσι τῶν προειρημένων, “ θεός, εἶπε, κἀγὼ καί τοι κακῶς ἀκούοντες πρὸς ὑμῶν οὐκ ἂν ἀποσταίημεν κάμνοντες ὑπὲρ ὑμῶν, καὶ ταῦτα οὐκ εἰς μακρὰν 3.299ἔσται.” ἅμα ταῦτʼ ἔλεγε καὶ πίμπλαται τὸ στρατόπεδον ὀρτύγων ἅπαν καὶ ἤθροιζον αὐτοὺς περιστάντες. μέντοι θεὸς οὐκ εἰς μακρὰν μετέρχεται τοὺς Ἑβραίους τῆς εἰς αὐτὸν θρασύτητος καὶ λοιδορίας· ἀπέθανε γὰρ οὐκ ὀλίγον πλῆθος αὐτῶν, καὶ νῦν ἔτι κατʼ ἐπωνυμίαν χῶρος ὀνομάζεται Καβρωθαβά, ἐπιθυμίας μνημεῖα λέγοιτο ἄν. 3.300

Ἀναγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν Μωυσῆς εἰς τὴν καλουμένην Φάραγγα πλησίον οὖσαν τοῖς Χαναναίων ὁρίοις καὶ χαλεπὴν ἐνδιαιτᾶσθαι εἰς ἐκκλησίαν ἀθροίζει τὸ πλῆθος καὶ καταστάς, “δύο, φησί, τοῦ θεοῦ κρίναντος ἡμῖν παρασχεῖν ἀγαθά, ἐλευθερίαν καὶ γῆς κτῆσιν εὐδαίμονος, τὴν μὲν ἤδη δόντος ἔχετε, τὴν δὲ ἤδη λήψεσθε. 3.301Χαναναίων γὰρ ἐπὶ τοῖς ὅροις καθήμεθα, καὶ κωλύσει τὸ λοιπὸν ἐπιόντας οὐ μόνον οὐ βασιλεὺς οὐ πόλις ἡμᾶς, ἀλλʼ οὐδὲ τὸ πᾶν ἀθροισθέντων ἔθνος. παρασκευαζώμεθα οὖν πρὸς τὸ ἔργον· οὐ γὰρ ἀμαχητὶ παραχωρήσουσιν ἡμῖν τῆς γῆς, ἀλλὰ μεγάλοις αὐτὴν ἀγῶσιν ἀφαιρεθέντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.295 Joseph. AJ 3.300 (English) >>Joseph. AJ 3.304

Powered by PhiloLogic